Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.28 Dem. 33.30 (English) >>Dem. 33.33

33.29ἄξιον τοίνυν καὶ τοῦτʼ ἐνθυμηθῆναι, ἄνδρες δικασταί, ὅτι οὐκ ἄν ποτε ἔξαρνος ἐγενόμην, εἰ ἠγγυήμην· πολὺ γὰρ λόγος ἦν μοι ἰσχυρότερος ὁμολογοῦντι τὴν ἐγγύην ἐπὶ τὰς συνθήκας ἰέναι, καθʼ ἃς ἐπιτροπὴ ἐγένετο. ὅτι μὲν γὰρ τρισὶν ἐπετράπη διαιτηταῖς, μεμαρτύρηται ὑμῖν· ὁπότε δὲ μὴ ἔγνωσται ὑπὸ τῶν τριῶν, τί βουλόμενος ἠρνούμην ἂν τὴν ἐγγύην; μὴ γὰρ γενομένης τῆς γνώσεως κατὰ τὰς συνθήκας, οὐδʼ ἂν ἐγὼ τῆς ἐγγύης ὑπόδικος ἦν. ὥστε οὐκ ἄν ποτε, ἄνδρες δικασταί, παραλιπὼν τὴν οὖσάν μοι ἀπολογίαν, εἰ ἠγγυησάμην, ἐπὶ τὸ ἀρνεῖσθαι ἦλθον.

33.30ἀλλὰ μὴν καὶ τοῦτο μεμαρτύρηται ὑμῖν, ὅτι ἐπειδὴ ἠφανίσθησαν αἱ συνθῆκαι ὑπὸ τούτων, ἐζήτουν ἑτέρας γράφεσθαι οὗτος καὶ Παρμένων, ὡς ἀκύρων ὄντων αὐτοῖς τῶν πρότερον ὡμολογημένων. καίτοι ὁπότε περὶ τῆς μελλούσης γνώσεως γενήσεσθαι ἑτέρας ἐνεχείρουν συνθήκας γράφεσθαι, ἐπειδὴ αἱ ὑπάρχουσαι ἀπώλοντο, πῶς ἐνῆν μὴ γραφεισῶν συνθηκῶν ἑτέρων δίαιταν γενέσθαι ἐγγύην; περὶ αὐτοῦ γὰρ τούτου διενεχθέντες οὐκ ἔγραψαν ἕτερα γράμματα, μὲν ἀξιῶν ἕνα διαιτητὴν αὑτῷ εἶναι, δὲ τρεῖς. ὁπότε δὲ αἱ μὲν ἐξ ἀρχῆς συνθῆκαι ἠφανίσθησαν, καθʼ ἃς ἐμέ φησιν γενέσθαι ἐγγυητήν, ἕτεραι δὲ μὴ ἐγράφησαν, πῶς ὀρθῶς ἂν ἐμοὶ δικάζοιτο, καθʼ οὗ μὴ ἔχει παρασχέσθαι συνθήκας;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.28 Dem. 33.30 (English) >>Dem. 33.33

Powered by PhiloLogic